Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 34.17 Dem. 34.20 (English) >>Dem. 34.24

34.18μελλούσης δὲ τῆς δίκης εἰσιέναι εἰς τὸ δικαστήριον ἐδέοντο ἡμῶν ἐπιτρέψαι τινί· καὶ ἡμεῖς ἐπετρέψαμεν Θεοδότῳ ἰσοτελεῖ κατὰ συνθήκας. καὶ Λάμπις μετὰ ταῦτα νομίσας αὑτῷ ἀσφαλὲς ἤδη εἶναι πρὸς διαιτητῇ μαρτυρεῖν τι βούλοιτο, μερισάμενος τὸ ἐμὸν χρυσίον μετὰ Φορμίωνος τουτουί, ἐμαρτύρει τἀναντία οἷς πρότερον εἰρήκει. 34.19οὐ γὰρ ὅμοιόν ἐστιν, ἄνδρες Ἀθηναῖοι, εἰς τὰ ὑμέτερα πρόσωπα ἐμβλέποντα τὰ ψευδῆ μαρτυρεῖν καὶ πρὸς διαιτητῇ· παρʼ ὑμῖν μὲν γὰρ ὀργὴ μεγάλη καὶ τιμωρία ὑπόκειται τοῖς τὰ ψευδῆ μαρτυροῦσιν, πρὸς δὲ τῷ διαιτητῇ ἀκινδύνως καὶ ἀναισχύντως μαρτυροῦσιν τι ἂν βούλωνται. ἀγανακτοῦντος δέ μου καὶ σχετλιάζοντος, ἄνδρες Ἀθηναῖοι, ἐπὶ τῇ τόλμῃ τοῦ Λάμπιδος, 34.20καὶ παρεχομένου πρὸς τὸν διαιτητὴν τὴν αὐτὴν μαρτυρίαν ἥνπερ καὶ νῦν πρὸς ὑμᾶς παρέχομαι, τῶν ἐξ ἀρχῆς προσελθόντων αὐτῷ μεθʼ ἡμῶν, ὅτε οὔτε τὸ χρυσίον ἔφη ἀπειληφέναι παρὰ τούτου οὔτε τὰ χρήματα αὐτὸν ἐνθέσθαι εἰς τὴν ναῦν, οὕτως Λάμπις κατὰ κράτος ἐξελεγχόμενος τὰ ψευδῆ μαρτυρῶν καὶ πονηρὸς ὤν, ὡμολόγει μὲν εἰρηκέναι ταῦτα πρὸς τοῦτον, οὐ μέντοι γε ἐντὸς ὢν εἰπεῖν αὑτοῦ. καί μοι ἀνάγνωθι ταύτην τὴν μαρτυρίαν.Μαρτυρία

34.21ἀκούσας τοίνυν ἡμῶν, ἄνδρες Ἀθηναῖοι, Θεόδοτος πολλάκις, καὶ νομίσας τὸν Λάμπιν ψευδῆ μαρτυρεῖν, οὐκ ἀπέγνω τῆς δίκης, ἀλλʼ ἀφῆκεν ἡμᾶς εἰς τὸ δικαστήριον· καταγνῶναι μὲν γὰρ οὐκ ἐβουλήθη διὰ τὸ οἰκείως ἔχειν Φορμίωνι τουτῳί, ὡς ἡμεῖς ὕστερον ἐπυθόμεθα, ἀπογνῶναι δὲ τῆς δίκης ὤκνει, ἵνʼ αὐτὸς μὴ ἐπιορκήσειεν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 34.17 Dem. 34.20 (English) >>Dem. 34.24

Powered by PhiloLogic